Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.205 Joseph. AJ 7.209 (English) >>Joseph. AJ 7.212

7.207

Δαυίδῃ δὲ γενομένῳ κατὰ Χώρανον τόπον οὕτως καλούμενον ἐπέρχεται τοῦ Σαούλου συγγενὴς Σαμούις μὲν ὄνομα υἱὸς δὲ Γηρᾶ, καὶ λίθοις τε ἔβαλλεν αὐτὸν καὶ ἐκακηγόρει. περιστάντων δὲ τῶν φίλων καὶ σκεπόντων ἔτι μᾶλλον Σαμούις βλασφημῶν διετέλει, μιαιφόνον καὶ πολλῶν ἀρχηγὸν κακῶν ἀποκαλῶν. 7.208ἐκέλευε δὲ καὶ τῆς γῆς ὡς ἐναγῆ καὶ ἐπάρατον ἐξιέναι, καὶ τῷ θεῷ χάριν ὡμολόγει τῆς βασιλείας αὐτὸν ἀφελομένῳ καὶ διὰ παιδὸς ἰδίου τὴν ὑπὲρ ὧν ἥμαρτεν εἰς τὸν αὑτοῦ δεσπότην δίκην αὐτὸν εἰσπραξαμένῳ. πάντων δʼ ἐπʼ αὐτὸν ἠρεθισμένων ὑπʼ ὀργῆς καὶ μάλιστα Ἀβεσσαίου διαχρήσασθαι βουλομένου τὸν Σαμούιν Δαυίδης αὐτὸν τῆς ὀργῆς ἐπέσχε, 7.209μὴ τοῖς παροῦσι κακοῖς ἑτέραν προσεξεργασώμεθα, φησί, καινοτέραν ἀφορμήν· οὐ γὰρ δὴ τοῦ προσλυσσῶντός μοι τούτου κυνὸς αἰδώς τις φροντὶς ὑπέρχεται, τῷ θεῷ δὲ εἴκω, διʼ ὃν οὗτος ἐφʼ ἡμᾶς ἀπενοήθη. θαυμαστὸν δʼ οὐδὲν ὑπὸ τούτου με ταῦτα πάσχειν, ὅπου γε καὶ παιδὸς ἀσεβοῦς πεπείραμαι. ἀλλʼ ἔσται τις οἶκτος ἡμῖν ἐκ θεοῦ καὶ κρατήσομεν τῶν ἐχθρῶν τούτου 7.210θελήσαντος.” ἤνυεν οὖν τὴν ὁδὸν οὐ φροντίζων τοῦ Σαμούι παρὰ τὸ ἕτερον μέρος τοῦ ὄρους διατρέχοντος καὶ πολλὰ κακηγοροῦντος· παραγενόμενος δʼ ἐπὶ τὸν Ἰόρδανον ἀνελάμβανε τοὺς ἰδίους ἐνταῦθα κεκοπωμένους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.205 Joseph. AJ 7.209 (English) >>Joseph. AJ 7.212

Powered by PhiloLogic